Νεοχώρι
Neque elit, rutrum in laoreet nec eget scelerisque volutpat sit. Bibendum tincidunt a scelerisque consectetur ultrices elementum pulvinar non. Leo ut id vel nec nisi odio nisi. Auctor egestas nibh augue enim, ornare blandit. Purus augue sagittis, risus phasellus egestas ipsum.

Ιερός Ναός Αγίου Γεωργίου (Ενοριακός)
Ὡς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Παρεκκλήσιο Αγίας Παρασκευής
Τὴν σπουδήν σου τῇ κλήσει κατάλληλον, ἐργασαμένη φερώνυμε, τὴν ὁμώνυμόν σου πίστιν εἰς κατοικίαν κεκλήρωσαι, Παρασκευὴ ἀθλοφόρε· ὅθεν προχέεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Παρεκκλήσιο Αγίου Αθανασίου
Στύλος γέγονας ὀρθοδοξίας, θείοις δόγμασιν ὑποστηρίζων, τὴν Ἐκκλησίαν Ἱεράρχα Ἀθανάσιε· τῷ γὰρ Πατρὶ τὸν Ὑιόν ὁμοούσιον, ἀνακηρύξας κατᾑσχυνας Ἄρείον· Πάτερ Ὅσιε, Χριστόν τὸν Θεόν ἱκέτευε, δωρήσασθαι ἡμῖν, τό μέγα ἔλεος.

Παρεκκλήσιο Ταξιαρχών
Τῶν οὐρανίων στρατιῶν ἀρχιστράτηγε, δυσωποῦμέν σὲ ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας ἐκτενῶς καὶ βοῶντας· ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς ὡς Ταξιάρχης τῶν ἄνω Δυνάμεων.

Ιερός Ναός Αγίων Ραφαήλ, Νικολάου και Ειρήνης (Προσκυνηματικός)
Ἐν Λέσβῳ, ἀθλήσαντες, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ, αὐτὴν ἡγιάσατε, τῇ τῶν Λειψάνων ὑμῶν, εὑρέσει μακάριοι. Ὅθεν ὑμᾶς τιμῶμεν, Ῥαφαὴλ θεοφόρε, ἅμα σὺν Νικολάῳ καὶ παρθένῳ Εἰρήνῃ, ὡς θείους ἡμῶν προστάτας καὶ πρέσβεις πρὸς Κύριον.

Παρεκκλήσιο Αγίας Ειρήνης Χρυσοβαλάντου (Εντός του Ι.Ν. Αγίου Γεωργίου)
Βασιλείας γήινους πάλαι οὐκ ἔτυχες, ἀλλ’ ἄφθάρτων στεφάνων νῦν σὲ ἠξίωσεν, ὁ Νυμφίος σου Χριστὸς ὁ ὡραιότατος, ᾧ καθιέρωσας σαυτήν, ὅλῃ καρδίᾳ καὶ ψυχῇ, Εἰρήνη Ὁσία Μῆτερ, Χρυσοβαλάντου ἡ δόξα, ἡμῶν δὲ προσφυγὴ καὶ βοήθεια.

Παρεκκλήσιο Ζωοδόχου Πηγής
Ο ναός σου Θεοτόκε ανεδείχθη παράδεισος, ως ποταμούς αειζώους αναβλύζων ιάματα ώ προσερχόμενοι πιστώς, ως Ζωοδόχου εκ Πηγής, ρώσιν αντλούμεν, και ζωήν την αιώνιον, πρεσβεύεις γαρ συ τω εκ σου τεχθέντι, Σωτήρι Χριστώ, σωθήναι τας ψυχάς ημών.

Παρεκκλήσιο Αγίων Αναργύρων (Κοιμητηριακός)
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν, δωρεὰν ἐλάβετε, δωρεὰν δότε ἡμῖν.
